Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.71
Not analysed yet
περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι’ οὗ φησιν ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἔπι πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον,’ καὶ τὰ τούτοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου, τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ προαγορεύσας ἐν αὐτῇ ταύτῃ, φησὶ, τῇ ἡμέρᾳ· ‘‘ὑψωθήσεται κύριος ἐν τῆ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια·”