Ancient Greek · ~2 min
3.72 to 3.73
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.72-73
Not analysed yet
μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπε- στράφησαν αὐτοί τε Ἰουδαῖοι καὶ οἶ λοιποὶ πάντες ἄνθρωποι μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν, καταπτύσαντες πάσης δεισιδαιμονίας. “τῇ γοῦν ἡμέρᾳ ἐκείνῃ, φησὶν, ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ ἃ ἐποίησαν, προσκυνεῖν τοῖς ματαίοις”· καθ’ ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν, διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν.