Ancient Greek · ~3 min
3.75 to 3.76
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.75-76
Not analysed yet
ἔνθα ἐπιστήσας παράθες τὰ προλεγόμενα τῆς προφητείας δι’ ὧν εἴρηται “ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ,” ὡς μᾶλλον κατ’ αὐτῶν ἢ ὑπὲρ αὐτῶν τὰ ἐπενηνεγμένα τυγχάνει, εἰ μή τις ἄρα ἐν τούτοις λανθάνων περιέχεται νοῦς. πῶς γὰρ μέλλων ἀφαιρεῖν ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, καὶ πάντα τὰ ἐν αὐτοῖς πάλαι διαπρέποντα, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ ἔσεσθαι τὰ θεσπιζόμενα πῶς δὲ ὑπὲρ αὐτῶν ἐστι καὶ τὰ ἐξῆς αὖθις λεγόμενα “ἀνεῖται Ἱερουσαλμὴμ, καὶ ἡ Ἰουδαία καὶ αἶ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειθοῦντες.”