Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.77
Not analysed yet
Ἀλλὰ γὰρ ἐν τοιῷδε καιρῷ, ἐν ᾧ τὸ ὄρος κυρίου πάσι τοῖς ἔθνεσιν ἀνάγκη κηρύττεσθαι, ὅ τε ἐπὶ τοῦ ὄρους οἶκος τοῦ θεοῦ ἐφ’ οὗ πάντα τὰ ἔθνη συνιόντα φασὶν ’δε τε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ·” τοιαύταις ὁ λόγος χρησάμενος κατηγορίαις τοῦ Ἰουδαίων ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, διδάσκων ὅτι τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος ἀποπεσεῖσθαι τῆς κατὰ τὸν θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν· ἔμπαλιν δὲ ὡς ἂν ἐκ μοχθήρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ δοκίμιον καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδειγμένοι, τῆς παρὰ τῷ θεῷ γραφῆς καταξιωθήσονται καὶ ἅγιοι κλη- θήσονται τοῦ θεοῦ δοῦλοι.