Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.79
Not analysed yet
ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ δηλονότι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν ἐθνῶν καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ, κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλὴμ”, δι’ οὓς καὶ εἰκότως ἀπὸ τῆς Ἱερουσαλὴμ λῆμ’ καὶ ἀπὸ τῆς Ἰουδαίας προελθόντας ὑπὲρ Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ τὴν προφητείαν λοῦ λέγεσθαι τὸ προοίμιον, ἢ καὶ διὰ τὴν ἀληθῆ Ἱερουσαλὴμ, καὶ τὴν ἀναλόγως αὐτῇ κατὰ διάνοιαν θεωρουμένην Ἰουδαίαν· περὶ οὗ κατὰ καιρὸν εἰσόμεθα.