Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.80
Not analysed yet
καὶ τίς γε τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν καὶ τῶν εὐαγγελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ’ ἣν εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ ἐκκλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσι, καὶ τὰς τῆς καινῆς διαθήκης δι’ αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι φησάσῃ ἐμφανῶς ἐν βουλῇ καὶ μετὰ δόξης ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν θεὸν καὶ δοξάσειν τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ ὡς ἄρα τὸ καταλειφθὲν ἐν Σιῶν καὶ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται οἶ γραφέντες εἰς ζωήν; ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς ἑβδομήκοντα ἐν βουλῇ μετὰ δόξης”, ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως εἰς δύναμιν καὶ δόξαν ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ θεοῦ δοθεῖσαν τοῖς ἀποστόλοις δύναμιν καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ δόξαν παριστῶντες κατὰ τὸ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”