Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.2-3
Not analysed yet
Τέως μὲν ταῦτα ὁ τῶν ὅλων ποιητὴς θεὸς περί τινος βασιλέως καὶ σωτῆρος μέλλοντος οἰκοδομεῖν τὸ τῆς εὐσεβείας πολίτευμα λυτρώσασθαί τε τὴν ἐπισυμβᾰσαν ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν διὰ τοῦ προφήτου θεσπίζει· ἑξῆς δὲ τούτοις τὸ προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττεται, ἣν ὑποταγήσονται τῷ προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἶα θεῷ οἶ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεἵν ἐν αὐτῷ θεὸν, τὸν ἀνωτάτω δηλαδὴ πατέρα καὶ θεὸν τῶν ὅλων.