Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.3-2
Not analysed yet
τὰ δὲ τῆς λέξεως οὕτως ἔχει ‘‘οὕτω λέγει κύριος, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἶ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσι νέοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν ὅου. σὺ γὰρ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ.” 4, Ταῦτα μὲν ἡ προφητεία. οὐχ ἡγοῦμαι δὲ ἀντωπήσειν δύνασθαί τινα, κἂν σφόδρα ᾖ ἀγνώμων, τῷ προδήλῳ καὶ σαφεῖ τῆς λέξεως ἐναργῶς οὕτως εἰσαγούσης θεὸν τοῦ Ἰσραὴλ σωτῆρα καὶ ἕτερον ἐν αὐτῷ θεόν. ‟προσκυνήσουσί σοι φησὶν) οἱ δίκαιοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλήν σου. σὺ γὰρ εἷ ὁ θεὸς καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἱσραὴλ σωτήρ.”