Ancient Greek · ~2 min
4.21 to 4.22
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.21-22
Not analysed yet
Καὶ δὴ σκεψώμεθα ὅσων καὶ οἵων σὺν ἀνθρώποις τὰς διατριβὰς πεποιημένος παραδόξων γέγονε ποιητὴς ἔργων, τοτὲ μὲν λεπροὺς τὸ σῶμα δυνάμει θείᾳ καθαίρων, τοτὲ δὲ προστάγματι λόγου τοὺς ἐν ἀνθρώποις δαίμονας ἐλαύνων, καὶ ἄλλοτε πάλιν νοσηλευομένοις καὶ παντοίοις ἀσθενειῶν εἴδεσι καταπονουμένοις τὴν ἴασιν ἀφθόνως δωρούμενος. καὶ ποτὲ μὲν ἔφησε παραλυτικῷ “ἀναστὰς ἆρον τὸν κράβατόν σου, καὶ περιπάτει,” ὁ δὲ τὸ κελευσθὲν ἐποίει.