Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.23
Not analysed yet
τυφλοῖς δὲ πάλιν ἄλλοτε τὰ βλεπτικὰ τοῦ φωτὸς ἐχαρίζετο· ἤδη δέ ποτε καὶ αἱμορροοῦσα γυνὴ μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πάθους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν, καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελ- θούσῃ τοῦ τε πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον δια- νοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλαβομένη ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παρα- χρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη.