Ancient Greek
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.31
Not analysed yet
ἐξήτασται παρ’ ἡμῖν καὶ βεβασάνισται ταῦτα καὶ δι’ ἑτέρων πραγμάτων ἐναργῶν πάντα ἀνακαλυπτόντων λόγον, δι’ ὧν αὐτὸς ὁ κύριος ἡμῶν εἰσέτι καὶ νῦν οἷς ἂν κρίνειεν μικρά τινα τῆς αὐτοῦ δυνάμεως παραφαίνειν εἴωθε, πλὴν ἀλλὰ καὶ τῆς λογικωτέρας μεθόδου, ἣν προσάγειν εἰώθαμεν τοῖς οὐ παραδεχομένοις τὰ προειρημένα, ἀλλ’ ἤτοι παντελῶς ἀπιστοῦσιν αὐτοῖς καὶ μηδὲν καθόλου γεγονέναι τοιοῦτον πρὸς αὐτοῦ φάσκουσιν, ἢ γεγονέναι μὲν, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, ὡς ἂν ὑπ’ ἀνδρὸς πλάνου, ἐπιθέσθαι. εἰ δὲ χρὴ καὶ ἐπὶ τοῦ παρόντος βραχέα πρὸς τοὺς δεδηλωμένους ἐνστῆναι, οὐκ ἀπολειψόμεθα σπουδῆς, ἄλλως δέ πως αὐτοῖς ἀπαντήσομεν. 32, Εἰ δὲ λέγοιεν μηδὲν τὴν ἀρχὴν πεποιηκέναι τὸν σωτῆρα ἡμῶν θαυμαστὸν μηδέ τι παράδοξον ὣν ἐμαρτύρησαν οἶ γνώριμοι, σκεψώμεθα εἰ πιθανὸς ὁ λόγος αὐτοῖς ἔσται, μὴ τὴν αἰτίαν ἔχουσιν ἀποδιδόναι, δι’ ἣν οἶ μὲν μαθηταὶ, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. ὅ τε γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τε αὖ μαθηταὶ, μαθημάτων ὀριγνώμενοι, σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσφέροντες ἐπιτρέπουσι.