Ancient Greek · ~3 min
4.28 to 4.30
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.28-30
Not analysed yet
εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο, ὁ πρὶν ἀναχωρήσας ἑκών. καὶ δείκνυσί γε πάλιν αὐτὸς ἑαυτὸν ἔνσακρον, ἔνσωμον, αὐτὸν ἐκεῖνον οἷος καὶ τὸ πρὶν ἢν τοῖς οἰκείοις μαθηταῖς, οἶς καὶ ἐπὶ βραχὺ ὁμιλήσας, καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ’ ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν. τοιαῦτα ἢν τοῦ σωτῆρος ἡμῶν τὰ πολυύμνητα τῆς ἀρετῆς θαύματα· ταῦτα τῆς ἐν αὐτῷ θεότητος τὰ τεκμήρια· ταῦτα καὶ αὐτοὶ λογισμῷ σώφρονι τεθαυμάκαμεν, βεβασανισμένῃ τε καὶ ἐξητασμένῃ τῇ κρίσει κατεδεξάμεθα.