Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.34
Not analysed yet
τὸν μὲν γὰρ οἶα προχείροις εἰς ἀνδροφονίας νομοθετῆσαι μὴ φονεύειν· ὡσαύτως δὲ καὶ μὴ μοιχεύειν, οἶα λαγνιστάτοις καὶ καταφερεστάτοις, καὶ αὖ πάλιν μὴ κλέπτειν, οἷα δουλοπρεπεστάτοις, αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσήκειν αὑτοῖς τοὺς νόμους, τὸ δ’ ἀπαθὲς τῆς ψυχῆς περὶ πολλοῦ προτιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλα- στήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρὰς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι’ ἄκραν ψυχῆς ἀπάθειαν ^μηδὲ προσβλέπειν γυναῖκα μετὰ ἐπιθυμίας ἀκολάστου, τοῦ δὲ κλέπτειν τοὐναν- τίον καὶ τὰ οἰκεῖα προἵεσθαι τοῖς δεομένοις, ἀλλὰ μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἀλλήλους, ἀλλ’ ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρει.