Ancient Greek · ~2 min
4.35 to 4.36
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.35-36
Not analysed yet
καὶ τί με δεῖ συναγαγεῖν πάνθ’ ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ’ ἐμάνθανον; παρή̣- νεῖ δ’ αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπι- ορκεῖν ^παρασκευάζειν δὲ τὸν τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χω- ροῦντας ^σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους. πευστέον τοίνυν τίνα ἂν ἔχοι λόγον τοὺς τῶν τοιωνδὶ ἀκροατὰς ^ἤδη δὲ καὶ διδασκάλους τῶν αὐτῶν φύν- φύντας μαθημάτων ^πεπλάσθαι ὑπονοεῖν ὅσα διαπρά- ξασθαι τὸν διδάσκαλον ἐμαρτύρησαν.