Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.37
Not analysed yet
τί δὲ τὸ πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθμὸν τοὺς ἐκκρίτους, ἑβδο- μήκοντα δὲ τοὺς λοιποὺς, οὓς καὶ ἀποστεῖλαι λέγεται ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι,. ἀλλ’ οὐδεὶς αἱρεῖ λόγος ἀπιστεῖσθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων ^καἰ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναι- γυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτή- μονα τρόπον ἑλομένων, καὶ τήν περὶ τοῦ διδασκά- λοῦ μαρτυρίαν σύμφωνον ὡς ἀφ’ ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων.