Ancient Greek
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.42
Not analysed yet
πλάνοι δὲ ἄνδρες καὶ ἀπατεῶνες πῶς ἀγαπητὸν ἡγοῦντο τὸν ὑπὲρ ἑτέρου θάνατον, ὃν ἀκριβῶς πάντων μᾶλλον ἐγίνωσκον οὐδενὸς μὲν αὐτοῖς, ὡς ἂν φαίη τίς, γεγονότα παραίτιον ἀγαθοῦ, πάσης δὲ κακίας διδάσκαλον; ἀνὴρ μὲν γὰρ λογισμοῦ καὶ ἀρετῆς μέτοχος ὑπὲρ ἀγαθοῦ κατορθώματος κἂν εὐλόγως ποτὲ τὸν μετ’ εὐκλείας θάνατον ὑπομείνειεν, ὁ δὲ μοχθηρὸς τὸν τρόπον φιλοπαθής τις καὶ φιλήδονος ὢν, μόνην δὲ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν καὶ τὰς ἥατ’ αὐτὴν ἡδυπαθείας μεταδιώκων, διώκων, οὐκ ἄν ποτε ἕλοιτο πρὸ ζωῆς θάνατον, οὐδ’ ὑπὲρ οἰκείων καὶ φιλτάτων τιμωρίας ὑπομείνειε, μή τί γε ὑπὲρ τοῦ φαυλότητα κατεγνωσμένου.