Ancient Greek · ~3 min
4.43 to 4.44
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.43-44
Not analysed yet
πῶς οὖν οἱ τοῦ δηλουμένου μαθηταὶ, εἰ ἄρα πλάνος ἦν καὶ γόης, οὐκ ἀγνοοῦντες αὐτὸν τοιοῦτον, ἀλλὰ καὶ αὐτοὶ χείρονι μοχθηρίας τρόπῳ τὰς ψυχὰς ἐνεσχημένοι, ὑπέμενον πρὸς τῶν ὁμοεθνῶν πάσας αἰκίας καὶ πᾶν τιμωριῶν εἶδος ὑπὲρ τῆς αὐτοῦ μαρτυρίας ἀναδέχεσθαι, οὐκ ὂν τοῦτο τῆς τῶν φαύλων οἰκεῖον φύσεως; ἔτι δὲ καὶ τούτῳ πρόσσχες· εἰ δὴ καὶ αὐτοὶ πλάνοι καὶ ἀπατεῶνες ἐτύγχανον ^πρόσθες δ’ ὅτι καὶ ἀπαίδευτοι καὶ παντελῶς ἰδιῶται, μᾶλλον δὲ ὅτι καὶ βάρβαροι, καὶ τῆς Σύρων οὐ πλέον ἐπαἰον- ἐπαίοντες φωνῆς, πῶς ἐπὶ πᾶσαν προῆλθον τὴν οἰκουμέ- οἰκουμένην; ἢ ποίᾳ τοῦτο διανοίᾳ ἐφαντάσθησαν τολμῆσαι; ποίᾳ δὲ δυνάμει τὸ ἐπιχειρηθὲν κατώρθωσαν;