Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.46
Not analysed yet
οἶ δὲ διδασκάλου φαύλου καὶ δια- στροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσα- σθαι; ἐξ ἑνὸς γὰρ στόματος οἶ πάντες καὶ λεπρῶν καθάρσεις, καὶ δαιμόνων ἀπελάσεις, νεκρῶν τε ἀνα- βιώσεις, πηρῶν τε ἀναβλέψεις, καὶ μυρίας ἄλλας νο- σούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, καὶ ἐπὶ πᾶσιν, τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίω- σιν πρώτοις αὐτοῖς ἑωραμένην.