Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.45
Not analysed yet
ἔστω γὰρ ἐπὶ τῆς οἰκείας γῆς καλινδουμένους ἀγροί- κους ἄνδρας πλανᾶν καὶ πλανᾶσθαι, καὶ μὴ ἐφ’ ἡσυ- Χίας βάλλεσθαι τὸ πρᾶγμα· κηρύττειν δ’ εἰς πάντας τὸ τοῦ Ἰησοῦ ὄνομα, καὶ τὰς παραδόξους πράξεις αὐ- τοῦκατά τε ἀγροὺς καὶ κατὰ πόλιν διδάσκειν, καὶ τοὺς μὲν αὐτῶν τὴν Ρωμαίων ἀρχὴν καὶ αὐτήν τε τὴν βα- σιλικωτάτην πόλιν νείμασθαι, τοὺς δὲ τὴν Περσῶν, τοὺς δὲ τὴν Ἀρμενίων, ἑτέρους δὲ τὸ Παρθῶν ἔθνος, καὶαὖ πάλιν τὸ Σκυθῶν,τινὰς δὲ ἤδη καὶ ἐπ’ αὐτὰτῆς οἰκουμένης ἐλθεῖν τὰ ἄκρα, ἐπί τε τὴν Ἰνδῶν φθά- ’σαι χώραν, καὶ ἑτέρους ὑπὲρ τὸν Ὠκεανὸν παρελθεῖν ἐπὶ τὰς καλουμένας Βρεττανικὰς νήσους, ταῦτα οὐκ ἔτ’ ἔγωγε ἡγοῦμαι κατὰ ἄνθρωπον εἷναι, μή τί γε κατὰ εὐτελεῖς καὶ ἰδιώτας, πολλοῦ δεῖ κατὰ πλάνους καὶ γόητας.