Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.50
Not analysed yet
ἀλλ’ ἐπεὶ καὶ ἡ ἐσχάτη αὐτοῦ τελευτὴ “περιβόητον ἔσχε καὶ διαφανῆ τὸν θάνατον, ὡς μὴ “δύνασθαι αὐτὸν ἐπικρύψασθαι, ἀλλὰ καὶ τοῦτον “ἡμεῖς ἀδιατρέπτως ἐπιλυώμεθα, μαρτυροῦντες εὖ “μάλα ἀναιδῶς ὅτι δὴ πᾶσιν ἡμῖν μετὰ τὸ ἐκ νεκρῶν “ἀναβιῶσαι συνεγένετο, ἑστίας τε καὶ τροφῆς συνή- “θους ἐκοινώνησε. ΛΓ. φυλαττέσθω δ’ ἡμῖν πᾶσι τὸ “ἀναιδὲς καὶ ἀδιάτρεπτον ^μενέτω δὲ ἡ ἔκστασις μἐ- “XQL θανάτου ’τί γὰρ καὶ ἄτοπον ὑπὲρ τοῦ μηδενὸς “ἀποθνήσκειν ; τί δὲ καὶ λυπεῖ μηδενὸς εὐλόγου χά- “ῥὶν μάστιγας καὶ βασάνους κατὰ τοῦ σώματος [λα- “SLv], εἰ δὲ δέοι καὶ δεσμωτηρίων πειρᾶσθαι, ἀτι- “μιῶν τε καὶ ὕβρεων ὑπὲρ οὐδενὸς ἀληθοῦς, καὶ τοῦθ’ ἡμῖν ἤδη μεμελετήσθω.’