Ancient Greek · ~6 min
5.52 to 5.56
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.52-56
Not analysed yet
"η· ἴευδώμεθα δὴ πάντες ὁμοῦ συμφώνως, ‘καὶ πλαττώμεθα ἐπ’ οὐδενὸς ὠφελείᾳ, οὔθ’ ἡμῶν οὔτε τῶν ἀπατωμένων,οὐδὲ μὴν αὐτοῦ τοῦ τὰ ψευδῆ πρὸς ἡμῶν ἐκθειαζομένου. τείνωμεν δὲ τὸ ψεῦ- δὸς μὴ ἐπὶ μόνους τοὺς ὁμοεθνεῖς, ἀλλὰ καὶ εἰς “πάντας προελθόντες ἀνθρώπους, καὶ σύμπασαν τὴν “οἰκουμένην καταπλήσωμεν τῶν περὶ αὐτοῦ συντιθε- “μένων. ἤδη δὲ ἐντεῦθεν νομοθετῶμεν πᾶσι τοῖς ἔθνεσιν ἀντίστροφα ταῖς ἐξ αἰῶνος παρ’ αὐτοῖς περὶ “Τῶν πατρῴων θεῶν δόξαις. κελεύωμεν Ῥωμαί- "otg αὐτοῖς πρώτιστα πάντων μὴ σέβειν οὓς ἡγοῦντο ‘‘θεοὺς οἶ προπάτορες, παρίωμεν δὲ καὶ ἐπὶ τὴν Ἑλ- ‘,καὶ τοῖς τούτων σοφοῖς ἀντικηρύττωμεν, μηδ’ Αἰγυπτίους ἀνῶμεν, πολεμῶμεν δὲ καὶ τοὺς τούτων θεοὺς, μὴ τὰ Μώσεως πρόσθεν κατ’ αὐτῶν γενό- μένα ἀνατεινόμενοι, τὸν δὲ τοῦ ἡμετέρου διδασκά- “λου θάνατον ὥσπερ τι φόβητρον αὐτοῖς ἀντιτάτ- ‘‘τοντες, καὶ τὴν ἀπ’ αἰῶνος ἐξ αὐτῶν εἰς πάντας ’ἀνθρώπους προελθοῦσαν περὶ θεῶν φήμην μὴ ῥη- ματίοις καὶ λόγοις, δυνάμει δὲ τοῦ σταυρωθέντος διδασκάλου καταλύωμεν, ἀπίωμεν καὶ ἐπὶ τὴν ἄλ- λην βάρβαρον γῆν, καὶ τὰ παρὰ τοῖςπᾶσιν ἀνατρέ- ‘‘πωμεν. προθυμίας δὲ μηδεὶς ἡμῶν λειπέσθω. ‘‘οὔτε γὰρ μικρὸς ὁ ἆθλος τῶν τολμωμένων ἐπεὶ μὴ “Τὰ τυχόντα βραβεῖα ἡμὰς ἐκδέξεται, ἀλλ’ αἱ ἀπὸ τῶν “παρ᾿ ἑκάστοις, ὡς εἰκὸς, νόμων τιμωρίαι, δεσμὰ ”δηλαδὴ καὶ βάσανοι καὶ φυλακαὶ, πῦρ τε καὶ σίδη- ρος, καὶ σταυροὶ, καὶ θῆρες, ὦν μάλιστα προθυ- ”μητέον καὶ τοῖς κακοῖς ὁμόσε χωρητέον ὑπόδειγμα διδάσκαλον κεκτημένοις.