Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.6
Not analysed yet
Ὁρᾷς καὶ τοῦτον ὡς διαστελλόμενος δύο διαθήκας τὴν μὲν παλαιὰν ὀνομάζει, τὴν δὲ καινὴν, καί φησιν τὴν καινὴν οὐ κατὰ τὴν παλαιὰν ἔσεσθαι, ἣν διέθετο τοῖς πατράσιν ; ἡ μὲν γὰρ τοῖς ἀποπεσοῦσι τῆς τῶν προγόνων εὐσεβείας Ἰουδαίοις, τὸν Αἰγυ- πτιακὸν δὲ βίον καὶ τρόπον ζηλώσασιν, ἐπί τε τὴν πολύθεον πλάνην καὶ τὴν ἀμφὶ τὰ εἴδωλα τῶν ἐθνῶν δεισιδαιμονίαν ὀλισθήσασιν, νενομοθέτητο, ὡς ἂν πεσόντας ἀνεγείρουσα καὶ ἀνορθοῦσα τοὺς πρηνεῖς κειμένους καταλλήλοις διδασκαλίαις. “δικαίοις γὰρ, φησὶ, νόμος οὐ κεῖται . ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, καὶ τοῖς παραπλησίοις.”