Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.7
Not analysed yet
Ἠ δὲ καινὴ τοὺς διὰ τοῦ σωτῆρος ἡμῶν χάριτι καὶ δωρεᾷ θεοῦ ἀνεγηγερμένους ἐπὶ τὸ βαδίζειν καὶ σπεύδειν εἰς τὴν ἐπηγγελμένην τοῦ θεοῦ βασιλείαν χειραγωγεῖ, πάντας ἐπ’ ἴσης ἀνθρώπους εἰς μίαν καὶ τὴν αὐτὴν τῶν ἀγαθῶν μετουσίαν προκαλουμένη. ταύτην τὴν καινὴν διαθήκην αὖθις νόμον ὀνομάζει καινὸν Ἠσαίας, ἄλλος πάλιν Ἑβραίων προφήτης, λέγων ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου d ἐξ ‘Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἥξουσι πάντα τὰ ἔθνη, καὶ συναχθήσονται πάν- τες οἶ λαοὶ καὶ ἐροῦσι, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ ‘Ιακώβ.”