Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.7-2
Not analysed yet
τοῦτο δηλοῖ φάσκουσα ἡ λέξις, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν σου. ἀντὶ δὲ τοῦ “πλήν σου” ‟πλὴν αὐτοῦ” ὁ Θεοδοτίων πεποίηκεν, ἔν ᾖ ‟οὐκ ἔστι θεὸς πλὴν αὐτοῦ, δηλαδὴ τοῦ ἐν σοὶ θεοῦ δι’ ὃν καὶ σὺ τυγχάνεις ὢν θεός.” κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει ‘πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοὶ, θεὸς ἄρα ἰσχυρὸς καὶ ἀποκρυπτόμενος, θεὸς σώζων.” κατὰ δὲ τὸν Σύμμαχον “μόνον ἐν σοὶ θεὸς, καὶ οὐκ ἔστιν ἔτι οὐδ’ ὑπάρχει θεὸς, ὄντως σὺ θεὸς κρυφαῖος, θεὸς Ἰσραὴλ σώζων.”