Ancient Greek
4.5 to 4.6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.5-2-6
Not analysed yet
τὸ δὲ ‟οὐκ ᾔδειμεν ”ἐκ προσώπου τῶν πρὶν αὐτὸν μὴ ἐπεγνωκότων παρὰ μόνοις τοῖς ἑβδομήκοντα εἰρημένον ἑτέρως εἶχε τὸ Ἑβραικὸν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησὶ ‟θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, θεὸς Ἰσραὴλ σώζων,” ὁ δὲ Θεοδοτίων ‟διὰ τοῦτο ἰσχυρὸς κρυφαῖος θεὸς σώζων. σφόδρα θαυμαστῶς κρυφαῖον θεὸν τὸν Χριστὸν ὀνομάζει, καὶ τὴν αἰτίαν δὲ, δι’ ἣν θεὸν αὐτὸν μόνον ὡς ἐν γεννητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγέννητον ἀποκαλεῖ, σαφῶς ἐκδιδάσκει, τὴν τοῦ πατρὸς ἐν αὐτῷ κατοίκησιν. ‟ἐν τούτῳ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον) εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι.”