Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5
Not analysed yet
οὕτω δὲ καὶ τῆς τῶν μελλόντων προγνώσεως τὴν ἐπιστήμην πᾶσιν ἀνθρώποις ἀφθόνως παρέχειν, τοῖς μὲν διὰ προφητῶν ἀνδρῶν, τοῖς δὲ διὰ χρηστηρίων, τοῖς δὲ διὰ ὀρνίθων πτήσεως, ἢ διὰ θυτικῆς, ἢ δι’ ὀνειροπομπείας, ἢ διὰ κληδόνων, ἢ παλμῶν, ἤ τινων ἑτέρων συμβόλων. ταῦτα γάρ φασιν πᾶσιν ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ προνοίας δεδωρῆσθαι, ὡς μηδὲν πλέον ἔχειν δοκεῖν τοὺς Ἑβραίων προφήτας.