Ancient Greek
5.101 to 5.102
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.101-102
Not analysed yet
εἰ δὲ φιλαλήθεις ἐν τοῖς περὶ αὐτοῦ σκυθρωποῖς διηγή- μασι φαίνονται, πολὺ μᾶλλον ἐν τοῖς ἐνδοξοτέροις εἶεν ἂν τοιοῦτοι. τοὺς γὰρ ἅπαξ ψεύδεσθαι προελομένους τὰ λυπηρὰ χρῆν μᾶλλον ἐκφυγεῖν ἤτοι διὰ σιωπῆς, ἢ διὰ τῆς περὶ αὐτῶν ἀρνήσεως, μὴ ἄλλως τῶν ὀψιγόνων ἐλέγξαι δυναμένων τὰ σεσιγημένα. διὰ τί γὰρ μὴ ἐψεύσαντο, καὶ ἔφησαν ὅτι Ἰούδας μὲν ὁ προδοὺς αὐτὸν φιλήματι, τολμήσας τὸ σύμβολον ἐνδείξασθαι τῆς προδοσίας, ἀπολιθωθείη αὐτίκα, ὁ δὲ ῥαπίσαι αὐτὸν τολμήσας ξηρὸς παραχρῆμα γένοιτο τὴν δεξιὰν, ὁ δ’ ἀρχιερεὺς Καïάφας, ὡς ἂν συντρέχων τοῖς κατ’ αὐτοῦ συκοφάνταις, πηρωθείη τὰς ὄψεις;