Ancient Greek
ΒΙΒΛΙΟΝ TPITON, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.100
Not analysed yet
τίς οὖν ὁ τούτων ἔλεγχος; εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς σκοπὸς ἦν, καὶ λόγοις ψευδέσι τὸν διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέγραφον, οὐδ’ ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ ἐλυπεῖτο καὶ ἠδημόνει καὶ τετάρακτο τὴν ψυχὴν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο, ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. ταῦτα γὰρ κἂν ἄλλων λεγόντων χρῆν δήπουθεν ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα τῷ διδασκάλῳ προτεθειμένους.