Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.104
Not analysed yet
οἱ δὴ οὖν μηδὲν τῆς ἀληθείας ἐν τοῖς ἀπεμφαίνουσι καὶ σκυθρωποῖς παραχαράξαντες πῶς οὐκ ἂν εἶεν ἄξιοι καὶ ἐν τοῖς λοιποῖς, οἶς ἐμαρτύρησαν αὐτῷ τὰ παράδοξα, φαύλης ἐκτὸς ὑπονοίας καθεστάναι ; αὐ- τάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ σω- σωτῆρος ἡμῶν μαρτυρία. οὐδὲν δὲ οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς ἐν τῷ ὀκτωκαιδεγͅάτῳ τῆς ἸουδαΙ· κής Ἀρχαιολογίας τὰ κατὰ τοὺς Πιλάτου χρόνους ἱστορῶν μέμνηται τοῦ σωτῆρος ἡμῶν ἐν τούτοις