Ancient Greek
5.105 to 5.107
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.105-107
Not analysed yet
“Γίνεται δὲ κατ’ ἐκεῖνον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνὴρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. ἦν γὰρ παραδόξων ἔργων ποιητὴς, διδάσκαλος ἀνθρώπων τἀληθῆ σεβομένων. καὶ πολλοὺς μὲν τοῦ Ἰουδαικοῦ, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν ἐνδείξει τῶν παρ’ ἡμῖν ὰρχόν- τῶν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλιπε τὸ φῦλον.” Εἰ τοίνυν καὶ κατὰ τὸν ἱστορικὸν μαρτυρεῖ- μαρτυρεῖταί οὐ μόνον τοὺς δώδεκα ἀποστόλους οὐδὲ τοὺς ἑβ- δομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ προσαγό- προσαγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς ἀνθρώπους.