Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.108
Not analysed yet
πῶς γὰρ ἂν ἄλλως προσήγετο τοῦ ἸουδαΙ· κοῦ καὶ τοῦ Ἑλληνικοῦ πλείους, εἰ μή τισι θαυμαστοῖς καὶ παραδόξοις ἔργοις καὶ ξενι- ζούσῃ κέχρητο διδασκαλίᾳ; μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πραξέων τῶν ἀποστόλων γραφὴ, ὅτι πολλαὶ μυριά- ’δες ἦσαν Ἰουδαίων ἀνδρῶν πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ὑπὸ τῶν προφητῶν κατηγγελμένον. καὶ ἡ ἱστορία δὲ κατέχει ὡς καὶ μεγίστη τις ἦν ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ Ἰουδαίων συγκροτουμένη μέχρι τῶν χρόνων τῆς κατ’ Ἀδριανὸν πολιορκίας.