Ancient Greek · ~3 min
5.13 to 5.15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.13-15
Not analysed yet
ὁ δὲ κύριος ἐπε- στήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς ‘Αβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς ‘Ισαάκ· μὴ φοβοῦ, ἡ γῇ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς.” Οἷς ἑξῆς ἐπιλέγει “καὶ ἀνέστη ‘Ιακὼβ τὸ πρωὶ; καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην.” Εἶτα προιὼν αὐτὸν δὴ τοῦτον τὸν ἐπιφανέντα αὐτῷ θεὸν καὶ κύριον ἄγγελον ὀνομάζει θεοῦ. φησὶ γοῦν ὁ ‘Ιακὼβ καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὓπνον, ‘Ιακώβ · ἐγὼ δὲ εἶπα, τί ἐστίν ;”