Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.12
Not analysed yet
λέγει δ’ οὖν αὐτοῖς ῥήμασι “καὶ ἐπορεύθη ‘Ιακὼβ εἰς Χαρὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἶ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον ἐπ’ αὐτήν.