Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.57
Not analysed yet
τί γὰρ τούτων γέ- “νοιτ ἂν κάλλιον ἐχθροὺς καὶ θεοῖς καὶ ἀνθρώποις ’ἐπ’ οὐδεΜ̀ λόγῳ καταστῆναι, καὶ μή ποτε ἡδέος “ἀπολαῦσαί τινος, μήτε τῶν φιλτάτων ὄνασθαι, μήτε ’χρημάτων τυχεῖν, μήτε τινὸς ἀγαθοῦ τὸ παράπαν ’ἐλπίδα κτήσασθαι, εἰκῆ δὲ καὶ μάτην πλανᾶσθαι καὶ πλανᾶν; τοῦτο γὰρ ἦν τὸ συμφέρον καὶ τὸ φέ- ρεσθαι ἐξ ἐναντίας πᾶσι τοῖς ἔθνεσι, καὶ τὸ θεοῖς “τοῖς ἐξ αἰῶνος παρὰ πᾶσιν ὡμολογημένοις πολεμεῖν, τὸν δ’ ὑπ’ ὀφθαλμοῖς ἡμῶν αὐτῶν διδάσκα- ’λον θεὸν εἶναι, καὶ θεοῦ παῖδα κηρύττειν, ὑπὲρ οὗ ‘καὶ αὐτοὺς θνήσκειν ἑτοίμους εἶναι, μηδὲν ἀληθὲς "παρ’ αὐτοῦ μηδ’ ὠφέλιμον μεμαθηκότας.