Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.60
Not analysed yet
Ἆρά σοι πιθανὰ ταῦτα, ἢ καὶ ἀληθοῦς ἐχόμενα λόγου τὰ τοιαῦτα εἶναι δοκεῖ; καὶ πείσειέ τις ἂν ἑαυτὸν ὡς τὰ τοιαῦτα πλασάμενοι καὶ συνθέμενοι ἀλλήλοις εὐτελεῖς ἄνδρες καὶ ἰδιῶται παρῄεσαν ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν, ἢ ὡς ἀνθρωπεία φύσις τὸ φιλόζωον οἰκεῖον κεκτημένη δύναιτ’ ἄν ποθ’ ὑπὲρ τοῦ μηδενὸς αὐθαίρετον ὑπομεῖναι τελευτὴν, ἢ ὡς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ εἰς τοσαύτην ὑπερβολὴν ἐκπληξίας ἤλασαν ὡς μηδὲν μὲν ὑπ’ αὐτοῦ παράδοξον πραχθὲν ἑωρακέναι, αὐτοὺς δ’ ἐκ συνθήματος ὁμοῦ πάντα τὰ τοιαῦτα πεπλάσθαι, ἔπειτα ῥημάτια περὶ αὐτοῦ ψευδῆ συνταξαμένους ὑπὲρ τούτων θνήσκειν ὑπομένειν ἑτοίμως ἔχειν; ἀλλὰ τί φῄς; μὴ προσδοκῆσαι αὐτοὺς μηδὲ ἐλπίσαι δεινόν τι πείσεσθαι ἐκ τῆς περὶ τοῦ Ἰησοῦ μαρτυρίας, διὸ καὶ ἀδεῶς ἐπὶ τὸ περὶ αὐτοῦ κήρυγμα προελθεῖν; ἀλλ’ οὐκ εἰκὸς ἦν ἀπελπίσαι τὰ πάντα ὑπὲρ αὐτοῦ πείσεσθαι τοὺς Ῥωμαίοις ὁμοῦ καὶ Ἕλλησι καὶ βαρβάροις θεῶν ἀνατροπὴν εἰσηγησαμένους.