Ancient Greek · ~6 min
5.61 to 5.65
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.61-65
Not analysed yet
ἡ δέ γε περὶ αὐτῶν ἱστορία σαφῶς δείκνυσιν ὡς μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπίβουλοί τινες συλλαβόντες αὐτοὺς πρῶτα μὲν παρέδωκαν φυλακῇ, ἔπειτα δὲ ἀπέλυσαν παραγγείλαντες μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· γνόντες δὲ αὐτοὺς μετὰ ταῦτα δημοσίᾳ τῷ πλήθει τὰ περὶ αὐτοῦ διαλεγομένους, ἀναρπάσαντες ἐμάστιζον, ἐπιτιμῶντες ἐπὶ τῇ διδασκαλίᾳ. ὅτε ἀποκριθεὶς αὖθις αὐτοῖς ὁ Πέτρος εἶπεν “πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.” μετὰ δὲ ταῦτα λίθοις θεὶς ἀναιρεῖται Στέφανος, ἐπὶ τοῦ Ἰουδαίων πλή- θους παρρησιασάμενος, καὶ διωγμὸς οὐχ ὁ τυχὼν ἐπανίσταται τοῖς πρεσβεύουσι τὸ τοῦ Ἰησοῦ ὄνομα. καὶ πάλιν ἄλλοτε Ἡρώδης ὁ τῶν Ἰουδαίων βασι- λεὺς ἀνεῖλεν τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μα- χαίρᾳ, τόν τε Πέτρον ὁ αὐτὸς δεσμοῖς περιέβαλεν, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται. καὶ τούτων ταῦτα πεπονθότων, οἱ λοιποὶ μαθηταὶ ἀπρὶξ ἐχόμενοι τοῦ Ἰησοῦ παρέμενον ἔτι μᾶλλον εἰς πάντας αὐτόν τε καὶ τὰς παραδοξοποιίας αὐτοῦ καταγγέλλον- τες. ἐπὶ τούτοις Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃν οἱ πάλαι τὰ Ἱεροσόλυμα οἰκοῦντες ἐκάλουν δίκαιον διὰ τὰ τῆς ἀρετῆς πλεονεκτήματα, ἐρωτηθεὶς πρὸς τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ Ἰουδαίων ἔθνους τίνα περὶ τοῦ Χριστοῦ ἔχοι δόξαν, κἄπειτα ἀποκρι- νάμενος ὅτι υἱὸς θεοῦ εἴη, λίθοις καὶ αὐτὸς πρὸς αὐτῶν βάλλεται. καὶ Πέτρος δὲ ἐπὶ ῥώμης κατὰ κεφαλῆς σταυροῦται, Παῦλός τε ἀποτέμνεται, Ἰωάν- νῆς τε νήσῳ παραδίδοται. καὶ τούτων ταῦτα παθόν- παθόντων οὐδεὶς τῶν λοιπῶν ἐξέστη τῆς προθέσεως, δι’ εὐχῆς δὲ τιθέμενοι καὶ αὐτοὶ τῶν ἴσων τοῖς προειρη- μένοις τῆς εἰς τὸ θεῖον εὐσεβείας ἕνεκα τυχεῖν ἐπὶ μᾶλλον τῷ Ἰησοῦ καὶ τοῖς παραδόξοις ἔργοις αὐτοῦ μετὰ παρρησίας ἐμαρτύρουν.