Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.66
Not analysed yet
καὶ μὴν ^εἴπερ ψεύσματαἦν κατὰ συνθήκην αὐτοῖς πεπλασμένα, θαυ- μάζειν ἄξιον ὅπως τοσοῦτο πλῆθος τὴν συμφωνίαν ἐπὶ τοῖς πλάσμασι καὶ μέχρι θανάτου διεφύλαξεν, οὐδείς τε αὐτῶν πώποτε τὰ συμβάντα τοῖς προανῃ- ρημένοις τρέσας ἐξέστη τῆς ἑταιρίας, οὐδ’ ἀντεκή- ρυξε τοῖς ἄλλοις εἰς φῶς ἀγαγὼν τὰ συντεθειμένα, ἀλλὰ καὶ ὁ ζῶντα προδοῦναι τολμήσας αὐτὸν αὐτο- χειρίᾳ καθ’ ἑαυτοῦ παραχρῆμα τὴν δίκην ἐπεσπά- σατο.