Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.7
Not analysed yet
Εὕροις δ’ ἂν καὶ τὸν Ἑνὼχ καὶ τὸν Νῶε δικαιωθέντας καὶ εὐαρεστήσαντας τῷ θεῷ κατὰ τὸν αὐτὸν τῷ ‘Αβραὰμ τρόπον. ἀλλὰ καὶ ὁ ‘Ιὼβ, ἄνθρωπος δίκαιος 5 ἀληθινὸς, ἄμεμπτος . θεοσεβὴς . ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος . πρὸ τῶν Μώσεως χρόνων μεμαρτύρηται· ὃς δὴ καὶ πεῖραν τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας δι’ ἀθρόας τῆς τῶν ὑπαρχόντων ἀποβολῆς ὑποσχὼν μέγιστον εὐσεβοῦς ϋπόδειγμα δεῖγμα τρόπου καὶ τοῖς μετ’ αὐτὸν ἀπολέλοιπεν, τὸν φιλόσοφον ἐκεῖνον ἐπιφωνήσας λόγον “γυμνὸς ἐξὴλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι · ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον.”