Ancient Greek · ~5 min
5.8 to 5.11
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.8-11
Not analysed yet
Καὶ τὸν ἁπάντων κύριον σέβων ταύτας ἠφίει τὰς φωνὰς, ἃς προιὼν ὁ αὐτὸς διασαφεῖ δι’ ὧν φησι “σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας, ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἶ δὲ στῦλοι αὐτῆς σαλεύονται, ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος. Εἰ δὴ οὖν τοῦτον αὐτὸν ἐκεῖνον τῶν πάλαι καὶ πρὸ Μώσεως θεοφιλῶν θεὸν ἔναγχος πᾶσι τοῖς ἒθνεσιν ὁ Χριστοῦ λόγος ὁμοίως ἐκείνοις μόνον εὐσεβεῖν διετάξατο, πέφηνεν ὅπως κοινωνοὶ γεγενήμεθα τῆς ἴσης αὐτῶν ἐκείνων εὐσεβείας· τῆς δὲ εὐσεβείας μεταοχόντες δῆλον ὡς καὶ τῆς εὐλογίας μεταλη- ψόμεθα. ἀλλὰ καὶ τὸν τοῦ θεοῦ λόγον, ὃν δὴ Χριστὸν ἡμῖν προσαγορεύειν φίλον, ὁμοίως κἀ- κεῖνοι γνόντες ἐμαρτυρήθησαν · οἵ γε καὶ πολὺ δια- φερόντως τῆς ἐμφανοῦς αὐτοῦ παρουσίας τε καὶ θεοφανείας ἠξιώθησαν. ἐπάκουσον γοῦν ὡς πάλιν αὐτὸς ὁ Μώσης τὸν ἐπιφανέντα τοῖς θεοφιλέσι καὶ πολλάκις χρηματίσαντα αὐτοῖς τὰ ἀναγεγραμμένα ποτὲ μὲν θεὸν καὶ κύριον, ποτὲ δὲ καὶ ἄγγελον θεοῦ προσαγορεύει, ἄντικρυς παριστὰς ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἀλλά τις δεύτερος, θεὸς μὲν καὶ κύριος τῶν θεοφιλῶν ἀνδρῶν ἀνηγορευμένος, ἄγγελος δὲ τοῦ ἀνωτάτου πατρός.