Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.77
Not analysed yet
σκυθρωπὰ δὲ αὐτοῖς προαγγέλλοντος τοῦ διδασκάλου, προσέχοντες δι’ ὧν πρὸς αὐτοὺς ἔλεγεν “ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε” καὶ πάλιν “κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται, πῶς οὐκ αὐτοὶ μὲν δῆλοι τὸν τρόπον ὅτι δὴ στερροί τινες καὶ βαθεῖς ὑπῆρχον, μὴ φεύγοντες τὰ τῆς ψυχῆς γυμνάσια, μηδὲ τὰ πρὸς ἡδονὴν μεταδιώκοντες; καὶ ὁ διδάσκαλος δὲ, ὅτι μὴ δι’ ἀπάτης θέλγων αὐτοὺς καὶ τὰ οἰκεῖα προισχόμενος ἐξῳκειοῦτο, ἐλευθέρῳ δὲ καὶ ἀληθεῖ λόγῳ τὰ συμβησόμενα θεσπίζων, τὴν αἵρεσιν τῆς κατ’ αὐτὸν πολιτείας εἰς αὐτοὺς ἐνετίθετο; τοιαῦτα δὲ ἢν καὶ τὰ περὶ τῶν μελλόντων διὰ τὸ ὄνομα αὐτοῦ συμβήσεσθαι αὐτοῖς, ἐν οἷς προλέγων ἐματρύρατο ὅτι καὶ ἐπὶ ἡγεμονίας ἀχθήσονται, καὶ μέχρι βασιλέων φθάσουσιν, καὶ παντοίας ὑπομενοῦσι τιμωρίας, δι’ οὐδὲν μὲν φαῦλον, οὐδὲ δι’ ἑτέραν εὔλουον αἰτίαν, αὐτὸ δὲ τοῦτο ὅλον διὰ τὸ ὄνομα αὐτοῦ.