Ancient Greek · ~4 min
5.78 to 5.81
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.78-81
Not analysed yet
ὃ καὶ ἔστιν εἰς δεῦρο θεωροῦντας ἐνεργούμενον καταπλαγῆναι τὴν πρόρρησιν· ἡ γὰρ τοῦ Ἰησοῦ ὀνόματος ὁμολογία τοὺς θυμοὺς εἴωθεν ἐκκαίειν τῶν ἀρχόντων. κἂν μηδὲν γὰρ φαῦλον ᾐ πεπραγμένον τῷ τὸν Χριστὸν ὁμολογοῦντι, κολάζουσιν ὅμως αἰκιζόμενοι διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάντων ἀνοσιουργῶν χαλεπωτέρους· εἰ δ’ ἐξομόσαιτό τις τὴν προσηγορίαν, καὶ ἀρνηθείη μὴ εἶναι τῶν Χριστοῦ μαθητῶν, ἀφεῖται παραχρῆμα ἐλεύθερος, κἂν μυρίοις ἔνοχος ἁλίσκηται πλημμελήμασιν. καὶ τί με χρὴ μυρία συναγαγεῖν τὸ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν διαγράφειν ἦθος πειρώμενον, ἀρκούντων καὶ τῶν εἰρημένων εἰς ἀπόδειξιν τοῦ προκειμέ- νοῦ; οἶς ἔτι ταῦτα προσθεὶς ἐπὶ τὸ ἕτερον στῖφος τῶν συκοφαντῶν μεταβήσομαι. Ματθαῖος ἀπόστολος τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνείας καὶ πλεονεξίας σχολαζόντων. τοῦτο οὐδεὶς τῶν εὐαγγελιστῶν ἐδήλωσεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης, οὐδὲ Λουκᾶς, οὐδὲ Μάρκος, αὐτὸς δὲ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γιγνόμενος.