Ancient Greek
5.98 to 5.99
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.98-99
Not analysed yet
ἀλλὰ γὰρ καὶ ταῦτα, καὶ ὅσα τούτοις συμφέρεται ὅμοια, πεπλάσθαι χρὴ πρὸς τῶν αὐτοῦ μαθητῶν, ἢ ἐν τούτοις μὲν χρὴ πιστεύειν αὐτοῖς ὡς ἀληθεστάτοις, ἐν δὲ τοῖς ἐπιδόξοις καὶ σεμνοτέροις ἀπιστεῖν. καὶ πόθεν τὸ περὶ αὐτοὺς ἐναντίον δόγμα συστήσεται; τὸ γὰρ ἀληθεύειν τοὺς αὐτοὺς φάναι καὶ ἐν τῷ αὐτῷ ψεύδεσθαι οὐδέν ἐστιν ἢ τἀναντία κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγειν.