Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.13
Not analysed yet
τί δεῖ λέγειν τὸν τρισμακάριον ‘Ιὼβ, τὸν ἀληθῆ ἄνθρωπον ἐκεῖνον, τὸν ἄμεμπτον, τὸν δίκαιον, τὸν θεοσεβῆ, τῆς εἰς ἄκρον εὐσεβείας αὐτῶ καὶ δικαιοπραγίας τίς ἄρα αἰτία ἦν, μή τί γε τὰ Μώσεως παραγγέλματα; οὐδαμῶς. ἀλλὰ σαββάτου ἡμέρας ἐπιτήρησις ἦν, ἤ τινος ἄλλης Ἰουδαϊκῆς ἐθελθρησκείας φυλακή; πόθεν, πρεσβυτέρῳ τοῖς χρόνοις Μώσεως καὶ τῆς κατ’ αὐτὸν νομοθεσίας γενομένῳ; ὁ μὲν γὰρ Μώσης ἕβδομος ἐξ ‘Αβραὰμ γενεαλογεῖται, οὑτοσὶ δὲ πέμπτος, δυσὶ προτέραις τὸν Μωσέα γενεαῖς προάγων.