Ancient Greek · ~3 min
6.10 to 6.12
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.10-12
Not analysed yet
αὐτίκα τῷ ‘Αβραὰμ διὰ τῆς εἰς τὸν τῶν ὅλων θεὸν πίστεως τὰ τῆς δικαιοσύνης κατωρθῶσθαι μεμαρτύρηται ὑπ’ αὐτοῦ Μώσεως λέγοντος “ἐπίστευσε δὲ ‘Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνγν.” ὅτι δὲ μετὰ τὴν δικαιοσύνης κατόρθωσιν καὶ μετὰ τὴν έπ΄ εὐσεβείᾳ μαρτυρίαν τὸ τῆς περιτο- μῆς εἴληφε σημεῖον, μηδὲν πρὸς εὐσεβείας δικαίωσιν αὐτῷ τουτὶ συνεβάλλετο, σαφῶς ὁ λόγος παρίστησιν. εὕροις δ’ ἂν καὶ τὸν ‘Ιωσὴφ πρὸ τῶν Μώσεως χρόνων ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἀπαραφυλάκτως, ἀλλ’ οὐκ ‘Ιουδαϊκῶς ἀχθέντα. εἰ δὲ θέλεις, καὶ τὸν κορυφαῖον αὐτὸν καὶ νομοθέτην τοῦ Ἰουδαίων ἔθνους Μωσἐα γνοίης ἂν ἐξ ἔτι νηπίας ἡλικίας παρὰ τῇ τοῦ Αἰγυπτίου βασιλέως θυγατρὶ τὰς διατριβὰς πεποιημένον, τροφῆς τε τῆς Αἰγυπτίας ἀπαρατηρήτως μετειληχότα.