Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.15
Not analysed yet
Αὐτὰ δὴ ταῦτα ἄντικρυς τὰ πᾶσιν ἡμῖν διὰ τῆς εὐαγγελικἡς διδασκαλίας μαθήματα κηρυττόμενα. ἀλλὰ καὶ ὡς εἰδὼς εὖ μάλα τὸ κλαίειν μετὰ κλαιόωτων, καὶ τὸ μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ τὸ “εἰ πάσχει ἕν μέλος, συμπάσχει πάντα τὰ μέλη ἐν τοῖς τῆς εὐαγγελικῆς διδασκαλίας μαθήμασιν περιεχόμενα, τὸ πρὸς τοὺς ἐν τῷ βίῳ ταλαιπωρου- μένους φιλάνθρωπον ἐπεδείκνυε, λέγων ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.’’