Ancient Greek · ~7 min
6.16 to 6.24
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.16-24
Not analysed yet
Εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας τοὺς ἀσέμνους ἀπαγορευούσης γέλωτ’ ἃς, προλαβὼν ὁ μακά- ριός φησιν εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοια- στῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, ἕσταμαι δὲ ἐν ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου.” ‘Επειδὴ δὲ ὁ παρὰ Μωσεῖ λόγος νομοθετεῖ λέγων οὐ μοιχεύσεις,’’ θάνατόν τε κατὰ μοιχῶν ἐπι- ψηφίζεται, ὁ δὲ τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νόμον ἐπιτείνων φησὶν ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοι- χεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ τὴν ἀρχὴν ἐπιθυμεῖν. σκέψασθε καλῶς τὸν περὶ οὑ νῦν ὁ λόγος, ὃς κατὰ τὸ Χριστοῦ βιοὺς εὐαγγέλιον καὶ τὸ μετ’ ἐπι- θυμίας ἀκολαστότερον ἐμβλέπειν παρεφυλάττετο, ἐφ’ ᾧ καὶ ἐσεμνύνετο λέγων “εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπη- κολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου.” Καὶ τὸν λογισμὸν ἀποδίδωσιν ἐξῆς ἐπάγων θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ’ ἃν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.” ‘Αλλὰ καὶ τὸ τοῦ τρόπου ἀδωροδόκητον παρίστησιν ὧδε “εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοί- μην ἐπὶ γῆς.” Ὃπως δὲ καὶ τοῖς οἰκείοις προσεφέρετο μα- θεῖν ἔστιν ἀφ’ ὧν διδάσκει φάσκων “εἰ δὴ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς ἐμέ.” Καὶ πάλιν τὸν λογισμὸν ἀποδίδωσι “τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ θεός ; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν σαρκὶ, οὕτως κἀκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. Τούτοις ἐπιλέγει “χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα, εἰ δὲ καὶ εἶδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα.” Καὶ πάλιν ὑποβὰς λέγει εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου.