Ancient Greek · ~2 min
6.3 to 6.4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.3-4
Not analysed yet
πλὴν ἀλλ’ ὅμως ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου φησὶν αὐτὸν ὁ Μώσης γεγονέναι, καὶ τοῦ ‘Αβραὰμ κρείττονα. εἰσῆκται γοῦν τὸν ‘Αβραὰμ εὐλογῶν. τοιοῦτός τις ἦν καὶ Νῶε, ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ, ὃν καὶ ζώπυρον σπέρμα τῷ γένει τῶν ἀνθρώπων ἐν τῇ τοῦ κατακλυσμοῦ φθορᾷ πάντων τῶν ἐπὶ γῆς ἀπολλυμένων ὁ τῶν ὅλων θεὸς διεφύλαξεν. οὐδὲν γοῦν οὐδὲ οὗτος τῶν ‘Ιουδαϊκῶν ἐθῶν ἐπιστάμενος, οὔτε ἐν περιτομῇ σώματος οὔτ’ ἐν τοῖς ἄλλοις τοῖς ὑπὸ Μώσεως. διατεταγμένοις, ὅμως δίκαιος, εἰ καί τις ἄλλος, ἀνηγόρευται.