Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.5
Not analysed yet
καὶ πρό γε τούτου ὁ ‘Ενὼχ, ὃς καὶ λέγεται εὐηρεστηκέναι τῷ θεῷ καὶ μετατεθεῖσθαι ὡς μὴ εὑρίσκεσθαι αὐτοῦ θάνατον, τοιοῦτος δὲ καὶ οὗτος γεγονὼς οὔτε τὸ σῶμα περιτέτμητο οὔτ’ ἔτι τῆς Μώσεως μετῄει νομοθεσίας, ἄντικρυς δὲ Χριστιανικῶς, ἀλλ’ οὐχὶ ‘Ιουδαϊκῶς ζῶν ἀναπέφηνε. καὶ αὐτὸς δ’ ὁ ‘Αβραὰμ μετὰ τοὺς προωνομασμένους γεγονὼς καὶ νεώτερος παρ’ αὐτοὺς τοῖς χρόνοις, πρεσβύτης δὲ διὰ τὴν ἡλικίαν, διὰτοὺς μέλλοντας ἐξ αὐτοῦ φῦναι, ὥσπερ τινὰ σφρα- γῖδα τὴν περιτομὴν πρῶτος ὑπέμεινε τοῦ σώματος, γνώρισμα τῆς αὐτοῦ διαδοχῆς, τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα γενησομένοις τουτὶ τὸ σημεῖον παραδιδοὺς φέρειν·