Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.30
Not analysed yet
τοιούτοις δ’ οὖσι τίς ἔτι χρεία ἦν τῶν παρὰ Μωσεῖ παραγγελμάτων φαύλοις ἀνδράσι καὶ μοχθηροῖς παραδεδομένων ; οὐκοῦν διὰ τούτων ἀπάντων τὸν ἀρχαιότατον τῆς τῶν προπατόρων θεο- σεβείας τρόπον ὁ Χριστοῦ λόγος πᾶσι καταγγείλας τοῖς ἔθνεσι προφανῶς ἀποδέδεικται, ὡς εἶναι τὴν καινὴν διαθήκην οὐδ’ ἄλλην ἐκείνης τῆς ἀρχαιοτάτης τῶν Μώσεως χρόνων εὐσεβοῦς πολιτείας, ὥστε ὁμοῦ καὶ παλαιὰν αὐτὴν εἶναι καὶ νέαν · παλαιτάτην μὲν διὰ τὰ ἀποδεδειγμένα, νέαν δὲ αὖθις διὰ τὸ μακροῖς τοῖς μεταξὺ χρόνοις ὥσπερ ἀποκρυβεῖσαν ἐξ ἀνθρώ- πων αὖθις ἀναβεβιωκέναι διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας.