Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.31
Not analysed yet
τοῦτόν γέ τοι τὸν μεταξὺ δηλούμενον χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους, καὶ ὥσπερ ἐφησυχάζειν τὸν τῆς καινῆς διαθήκης τρό- πον, ὁ Μώσεως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος καὶ οἰκονόμος, ἢ καὶ ἰατρὸς δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ ‘Αβραὰμ ἀπογόνοις, μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβηκότα καὶ ἀτελῆ βίον παρεδίδου.